Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.232
Not analysed yet
διὰ τοῦτο διδάξαιἡμᾶς βουλόμενος μέγα δῶρον δἰληφέναι ἀπὸ τοῦ πατρὸς τὸ οὕτως δεδουλευκέναι φησί· »Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. καὶ »εἶπέ μοι >Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παίδά μου<. «μὴ γενόμενος γὰρ δοῦλος οὐκ ἂν ἔστησε »τὰς φυλὰς τοῦ Ἰακὼβ« οὐδὲ »τὴν »διασπορὰν τοῦ Ἰσραὴλ« ἐπέστρεψεν, ἀλλ᾿ οὐδὲ γεγόνει ἂν εἰς »φῶς »ἐθνῶν«, τοῦ »εἶτὸν εἰς σωτηρίαν ἕως ἐσχότου τῆς γῆς. «