Ancient Greek
1.230 to 1.231
Origen, Commentarii in Evangelium Joannis 1.230-231
Not analysed yet
ἔτι δὲ πᾶς ὁ συνιεὶς πῶς τοῖς μαθητευομένοιο ὁ Ἰησοῦς γεγένηται οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ᾿ ὡς ὁ διακονῶν, μορφὴν δούλου ὁ τοῦ θεοῦ ὑπὲρ ἐλευθερίας τῶν δουλευσάντων τῇ ἁμαρτίᾳ λαβών. οὐκ ἀγνοήσει τίνα τρόπον ὁ πατήρ φησι πρὸς αὐτὸν τὸ »Δοῦλός μου »εἶ σύ« καὶ μετ᾿ ὀλίγα· »Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παίδά »μου. «τολμητέον γὰρ εἰπεῖν πλείονα καὶ θειοτέραν καὶ ἀληθῶς καὶ᾿ εἰκόνα τοῦ πατρὸς τὴν ἀγαθότητα φαίνεσθαι τοῦ χριστοῦ, ὅτε »ἑαυτόν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ »σταυροῦ«, ἢ εἰ »ἁγπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«, καὶ μὴ βου- ληθεὶς ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ γενέσθαι δοῦλος.