Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.240
Not analysed yet
Οὐδὲν δε τῶν προειρημένων ὀνομάτων τὴν περὶ ἡμῶν πρὸς τὸν πατέρα προστασίαν αὐτοῦ δηλοῖ παρακαλοῦντος ὑπὲρ τῆς ἀνθρώπων φύσεως καὶ ἱλασκομένου, ὡς »ὁ παράκλητος« καὶ >ἱλασμὸς« καὶ »τὸ ἱλαστήριον«· ὁ μὲν παράκλητος« ἐν τῇ Ἰωάννου λεγόμενος ἐπιστολῇ· »Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον »ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ οὑτος ἱλασμός »ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν«· καὶ »ὁ ἱλασμὸς« ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενος »ἱλασμὸς« εἶναι »περὶ τῶν ἁμαρτιῶν ἡμῶν«, ὁμοίως δὲ καὶ ἐν τῇ πρὸς Ῥωμαίους »ἱλαστήριον«· »Ὅν προέθετο »ὁ θεὸς ἱλαστήριον διὰ πίστεως«· οὑ ἱλαστηρίου εἰς τὰ ἐσώτατα καὶ ἁγίων τῶν σκιά σκιά τις ἐτύγχανεν τὸ χρυσοῦν ἱλαστήριον, ἐπικείμενον τοῖς δυσὶ Χερουβείμ.