Ancient Greek · ~3 min
1.241 to 1.243
Origen, Commentarii in Evangelium Joannis 1.241-243
Not analysed yet
πῶς ό ἂν παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον χωρὶς δυν; αμεως θεοῦ ἐξαφανιζούσης ἡμῶν τὴν ἀσθένειαν γενέσθαι οἷός τε ἦν, ἐπιρρεούσης ταῖς τῶν πιστευόντων ψυχαῖς, ὑπὸ Ἰησοῦ διακονουμένης, ἡς πρῶτός ἐστιν, αὐτοδύναμις θεοῦ, δι ὅν εἴποι τις ἄν· »Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοπῦ«; διότπερ Σίμωνα μὲν τὸν μάγον αὑτὸν ἀναγορεύοντα »δύναμιν θεοῦ »τὴν καλουμένην μεγάλην«, ἴσμεν ἄμα τῷ ἀργυρίῳ αὐτοῦ εἰς καὶ ἀπώλειαν κεχωρηκέναι· Χριστὸν δὲ ὁμολογοῦντες ἀληθῶς εἶναι »δύναμιν θεοῦ«, πάντα τὰ ὅπου ποτὲ δυναμούμενα μετέχειν αὐτοῦ. καθ’ ὅ »δύναμίς« ἐστι, πεπιστεύκαμεν. Μὴ παρασιωπηθήτω δ’ ἡμῖν μηδὲ »θεοῦ σοφία« εὐλόγως τυγχάνων καὶ διὰ τοῦτο τοῦτ᾿ εἶναι λεγόμενος. οὐ γὰρ ἐν ψιλαῖς φαντασίαις τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων τὴν ὑπόστασιν ἔχει ἡ σοφία αὐτοῦ κατὰ τὰ ἀνὰ λόγον τοῖς ἀνθρωπίνοις ἐννοήμασι φαντάσματα.