Ancient Greek · ~2 min
1.245 to 1.247
Origen, Commentarii in Evangelium Joannis 1.245-247
Not analysed yet
ἀλλὰ πολλὰ μὲν μετοχῇ σοφίας γεγένηται, οὐκ ἀντιλαμβανόμενα αὐτῆς, ᾐ ἔκτισται, σφόδρα δὲ ὁλίγα οὐ μόνον τὴν περὶ αὑτῶν καταλαμβάνει σοφίαν ἀλλὰ καὶ περὶ πολλῶν ἑτέρων, Χριστοῦ τῆς πάσης τυγχάνοντος δοφίας. ἕκαστος δὲ τῶν σοφῶν καθ᾿ ὅσον χωρεῖ σοφίας, τοσοῦτον μετέχει Χριστοῦ, καθ’ ὅ σοφία ἐστίν· ὥσπερ ἕκαστος τῶν δύναμιν ἐχόντων κρείττονα ὅσον εἴληχε τῆς δυνάμεως, τοσοῦτον Χριστοῦ, καθ᾿ ὅ δύναμίς ἐστι, κεκοινώνηκεν. Τὸ παραπλήσιον δὲ καὶ περὶ ὁγιασμοῦ καὶ ἀπολυτρώσεως νοητέον· αὐτὸ μὲν γὰρ ἁγιασμός, ὅθεν οἱ ἅγιοι ἁγιάζονται, ἡμῖν ὁ Ἰησοῦς γεγένηται καὶ ἀπολύτρωσις· ἕκαστος δὲ ἡμῶν ἐκείνῳ τῷ ἁγιασμῷ ἁγιάζεται καὶ κατ᾿ ἐκείνην τὴν ἀπολύτρωσιν ἀπολυτροῦται.