Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.244
Not analysed yet
εἰ δέ τις οἷός τέ ἐστιν ἀσώματον ὑπόστασιν ποικίλων θεωρημάτων περιεχόντων τοὺς τῶν ὅλων λόγους ζῶσαν καὶ οἱονεὶ ἔμψυχον ἐπινοεῖν, εἴσεται τὴν ὑπὲρ πᾶσαν κτίσιν σοφίαν τοῦ θεοῦ καλῶς περὶ αὑτῆς λέγουσαν· »Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ »εἰς ἔργα αὐτοῦ. «δι’ ἣν κτίσιν δεδύνηται καὶ πᾶσα κτίσις οὐκ ἀνένδοχος οὖσα θείας σοφίας, καθ’ ἣν γεγένηται· Πάντα γὰρ κατὰ τὸν προφήτην Δαβίδ ἐν σοφίᾳ ἐποίησεν ὁ θεός.