Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.255
Not analysed yet
»οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, ὁ πατήρ. «τὸ δ᾿ ὅμοιον έν ἑτέροις ἐδείξαμεν καὶ ἐπὶ τοῦ μείζονά τινα εἶναι τοῦ δημιουργοῦ, δημιουργὸν μὲν ἐκλαβόντες τὸν χριστόν, μείζονα δὲ τούτου τὸν πατέρα· αὐτὸς δὴ ὁ τὰ τοσαῦτα τυγχάνων, »ὁ παράκλητος«, »ὁ ἱλασμός«, »τὸ ἱλα- »στήριον«, συμπαθήσας »ταῖς ἀσθενείαις ἡμῶν« τῷ πεπειρᾶσθαι »κατὰ πάντα« τὰ ἀνθρώπινα »καθ᾿ ὁμοιότητα χωρὶς ἁμαρτίας«, »μέγας« ἐστὶν »ἀρχιερεύς«, οὐχ ὑπὲρ ἀνθρώπων μόνων ἀλλὰ καὶ παντὸς λογικοῦ τὴν ὅπαξ θυσίαν προσενεχθεῖσαν ἑαυτὸν ἀνενεγκών· »χωρὶς γὰρ θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο Ι θανάτου«, ὅπερ ἴν τισι κεῖται τῆς πρὸς Ἑβραίους ἀντιγράφοις »χάριτι ιεπ]θ«.