Ancient Greek · ~5 min
1.256 to 1.260
Origen, Commentarii in Evangelium Joannis 1.256-260
Not analysed yet
εἴτε δὲ »χωρὶς »θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου«, οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀπέθανεν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν λογικῶν· εἴτε »χάριτι θεοῦ »ἐγεύσατο τοῦ ὑπὲρ παντὸς θανάτους, ὑπὲρ πάντων χωρὶς θεοῦ ἀπέθανε· »χάριτι γὰρ θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου. «καὶ γάρ ἄτοπον ὑπὲρ ἀνθρωπίνων μὲν αὐτὸν φάσκειν ἁμαρτημάτων γεγεῦσθαι θανάτου, οὐκ ἔτι δὲ καὶ ὑπὲρ ἄλλου τινὸς παρὰ τὸν ἄνθρωπον ἐν ἁμαρτήμασι γεγενημένου, οἷον ὑπὲρ ἄστρων, οὐδὲ τῶν ἄστρων πάντως καθαρῶν ὄντων ἐνώπιον τοῦ θεοῦ, ὡς ἐν τῷ Ἰὼβ ἀνέγνωμεν· »Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ«, εἰ μὴ ἄρα ὑπερβολικῶς τοῦτο εἴρηται. διὰ τοῦτο »μέγας« ἐστὶν »ἀρχιερεύς«, ἐπειδήπερ πάντα ἀποκαθίστησι τῇ τοῦ πατρὸς βασιλείᾳ, οἰκονομῶν τὰ ἐν ἑκάστῳ τῶν γενητῶν ἐλλιπῆ ἀναπληρωθῆναι πρὸς τὸ χωρῆσαι δόξαν πατρικήν. οὑτος ὁ ἀρχιερεὺς κατά τινα ἑτέραν παρὰ τὰ εἰρημένα ἐπίνοιαν »Ἰούδας« ὀνομάζεται, ἴνα οἱ ἐν κρυπτῷ Ἰουδαῖοι μὴ ἀπὸ τοῦ υἱοῦ Ἰακὼβ Ἰούδα Ἰουδαῖοι χρηματίζωσιν, ἀλλὰ ἀπὸ τούτου, ὄντες αὐτοῦ ἀδελφοὶ καὶ αἰνοῦντες αὐτόν, ἀντιλαμβανόμενοι τῆς ἐλευθερίας, ἣν ἠλευθέρωνται ὑπ᾿ αὐτοῦ ῥυσθέντες ἀπὸ τῶν ἐχθρῶν, αὐτοῦ τὰς χεῖρας αὐτοῦ τῷ νότῳ αὐτῶν ἐπιθέντος καὶ ὑποτάξαντος αὐτούς. ἀλλὰ καὶ πτερνίσας τὴν ἀντικειμένην ἐνέργειαν μόνος τε ὁρῶν τὸν πατέρα καί, ὅτε ἄνθρωπος γεγένηται, »Ἰακώβ« ἐστι καὶ »Ἰσραήλ«· ἀφ᾿ οὑ, ὥσπερ γινόμεθα φῶς, φωτὸς ὄντος τοῦ κόσμου, οὕτως Ἰακὼβ καλουμένου »Ἰακὼβ« καὶ Ἰσραὴλ ὀνομαζομένου »Ἰσραήλ«.