Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.263
Not analysed yet
ἐξελθὼν δὲ καὶ γενόμενος »ῥάβδος« οὐ μένει »ῥάβδος«, ἀλλὰ μετὰ τὴν »ῥάβδον« »ἄνθος« γίνεται ἀναβαῖνον, καὶ πέρας τοῦ εἰναι »ῥάβδος« τὸ »ἄνθος« ἀποδείκνυται τοῖς διὰ τοῦ αὐτὸν γεγονέναι »ῥάβδον« ἐπισκοπῆς τετευχόσιν· ἐπισκέψεται γὰρ ὁ θεὸς »ἐν ῥάβδῳ«, τῷ χριστῷ, »τὰς ἀνομίας αὐτπῶν«, ὧν ἐπισκέψεται. τὸ δὲ ἔλεος οὐ διασκεδάσει ἀπ᾿ αὐτοῦ· αὐτὸν γὰρ ἐλεεῖ, ὅτε οὕς βούλεται ὁ υἱὸς ἐλεεῖσθαι ὁ πατὴρ ἐλεεῖ. ἔστι δὲ καὶ μὴ ἐπὶ τῶν αὐτῶν λαμβάνειν »ῥάβδον« αὐτὸν γίνεσθαι καὶ »ἄνθος«, ἀλλὰ ῥάβδον‘ μὲν τοῖς δεομένοις κολάσεως, »ἄνθος« δὲ τοῖς σωζομένοις· βέλτιον δ’ οἶμαι τὸ πρότερον.