Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.264
Not analysed yet
πλὴν τοῦτο προσθετέον κατὰ τὸν τόπον, ὅτι τάχα διὰ τὸ τέλος, εἴ τινι μὲν γίνεται »ῥάβδος«, ἔσται πάντως »ἄνθος«, οὐ μὴν εἴ τινι »ἄνθος«, ἐκείνῳ πάντως καὶ »ῥάβδος«· εἰ μὴ ἄρα, ἐπεί έστιν Ι ἄνθος τελειότερον τοῦ ἄνθους, καὶ τοῦ ἀνθεῖν έπὶ τῶν μηδέπω τελείως καρποφορούντων ὀνομαζομένου, οἱ τέλειοι τὸ ὑπὲρ τὸ ἄνθος χωροῦσι τοῦ χριστοῦ, οἱ δὲ ῥάβδου αὐτοῦ πεπειραμένοι ἅμα τῇ ῥάβδῳ οὐ τῆς τελειότητος αὐτοῦ ἀλλὰ τοῦ ἄνθους τοῦ πρὸ τῶν καρπῶν αὐτοῦ μεταλήψονται.