Ancient Greek · ~3 min
1.265 to 1.266
Origen, Commentarii in Evangelium Joannis 1.265-266
Not analysed yet
τελευταῖον πρὸ τοῦ »λόγου« ἦν »λίθος« ὁ χριστός, ἀποδοκιμαζόμενος ὑπὸ ὑπὸ τῶν οἰκοδόμων καὶ εἰς κεφαλὴν γωνίας κατατασσόμενος· ἐπεὶ γὰρ λίθοι ζῶντες οἰκοδομοῦνται ἐπὶ θεμελίῳ ἐτέροις λίθοις τῶν ἀποστόλων καὶ προ- »φητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ‘ τοῦ κυρίου ἡμῶν, διὰ τὸ εἶναι αὐτὸν μέρος τῆς ἐκ λίθων ζώντων »ἐν χώρᾳ ζώντων« οἰκοδομῆς »λίθος« προσαγορεύεται. Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται τὸ τῶν πολλῶν ἀποκληρωτικὸν καὶ ἀβασάνιστον ἐλέγξαι βουλομένοις, ὅτι τοσούτων ὀνομάτων εἰς αὐτὸν ἀναφερομένων ἵστανται ἐπὶ μόνης τῆς λόγος‘ ὀνομασίας, οὐκ ἐξετάζοντες, τί δήποτε λόγος εἶναι θεὸς ἐν ἀρχῇ πρὸς τὸν πατέρα δι᾿ οὗ τὰ πάντα ἐγένετο, ἀναγέγραπται »ὁ υἱὸς τοῦ θεοῦ«.