Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.278
Not analysed yet
»Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ· «καὶ καθ᾿ ὃ »λόγος« ἐστί, »μεγάλης« τυγχάνει »βουλῆς ἄγγελος(( ὤν, οὗ ἐγενήθη ἡ ἀρχὴ ἐπὶ τοῖ· ὤμου αὐτοῦ«· ἐβασίλευσε γὰρ διὰ τοῦ πεπονθέναι τὸν σταυρόν. ἐν δὲ τῇ Ἀποκαλύψει ἐπὶ λευκοῦ ἵππου καθέζεσθαι λέγεται λόγος πιστὸς καὶ ἀληθινός, ὡς οἶμαι, παριστὰς τὸ σαφὲς τῆς φωνῆς, ᾡ ὀχεῖται ὁ ἡμῖν ἐπιδημῶν ἀληθείας λόγος.