Ancient Greek · ~5 min
1.279 to 1.282
Origen, Commentarii in Evangelium Joannis 1.279-282
Not analysed yet
οὐ τοῦ παρόντος δὲ καιροῦ δεῖξαι, ὅτι ἐπὶ τῆς φωνῆς πολλαχοῦ τῆς γραφῆς, έν ᾑ ἐστι τὰ προκείμενα, δι’ ὧν ὠφελούμεθα θείων μαθημάτων ἀφροώμενοι, κεῖται ἡ >ἵππος< προσηγορία. μόνον δὲ ἑνὸς καὶ δευτέρου ὑπομηστέον, τοῦ »Ψευδὴς »ἵππος εἰς σωτηρίαν«καὶ »Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, »ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθηςόμεθα. «τὸ δὲ »Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου »τῷ βασιλεῖ« ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ἀναγεγραμμένον. συνεχέστατα ὑπὸ τῶν πολλῶν φερό9μενον ὡς νενοημένον, ἡμῖν οὐκ ἀβαςάνιστον ἐατέον. ἔστω γὰρ τὸν πατέρα ταῦτα λέγειν. τίς οὖν ἡ καρδία αὐτοῦ, ἵνα ἀκολούθως τῇ καρδίᾳ »ὁ ἀγαθὸς λόγος« φανῇ; εἰ γὰρ ὁ »λόγος« οὐ δεῖται διηγήσεως, ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δῆλον ὅτι οὐδ’ ἡ »καρδία«· ὅπερ ἐστὶν ἀτοπώτατον, νομίζειν τὴν καρδίαν ὁμοίως τῇ ἐν τῷ ἡμετέρῳ σώματι εἶναι μέρος τοῦ θεοῦ. ἀλλ’ ὑπομνηστέον αὐτοὺς ὅτι ὥσπερ χεὶρ καὶ βραχών καὶ δάκτυλος ὀνομάζεται θεοῦ, οὐκ ἐρειδόντων ἡμῶν τὴν διάνοιαν εἰς ψιλὴν τὴν λέξιν, ἀλλ’ ἐξεταζόντων πῶν ταῦτα ὑγιῶς ἐκλαμβάνειν καὶ ἀξίως θεοῦ δεῖ, οὕτως καὶ τὴν καρδίαν τοῦ θεοῦ τὴν νοητικὴν αὐτοῦ καὶ προθετικὴν περὶ τῶν ὅλων δύναμιν ἐκληπτέον, τὸν δὲ λόγον τῶν ἐν ἐκείνῃ τὸ ἀπαγγελτικόν.