Ancient Greek · ~3 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.283
Not analysed yet
τίς δὲ ἀπαγγέλλει τὴν βουλὴν τοῦ πατρὸς τοῖς τῶν γενητῶν ἀξίοις καὶ παρ’ αὐτοὺς γεγενημένος ἢ ὁ σωτήρ; τάχα δὲ καὶ οὐ μάτην τὸ »Ἐξηρεύξατος«· μυρία γὰρ ἕτερα ἐδύνατο λέγεσθαι ἀντὶ τοῦ »Ἐξηρεύξατο«· »προέβαλεν ἡ καρδία μου λόγον »ἀγαθόν«, »ἐλάλησεν ἡ καρδία μου λόγον ἀγαθόν«· ἀλλὰ μήποτε ὥσπερ πνεύματός τινος ἀποκρύτου εἰς φανερὸν πρόοδός ἐστιν ἡ ἐρυγὴ τοῦ ἐρευγομένου, οἱονεὶ διὰ τούτου ἀναπνέοντος, οὕτω τὰ τῆς ἐληθείας θεωρήματα οὐ συνέχων ὁ πατὴρ ἐρεύγεται καὶ ποιεῖ τὸν τύπον αὐτῶν ἐν τῷ λόγῳ, καὶ διὰ τοῦτο ἐκόνι καλουμένῳ τοῦ ἀοράτου θεοῦ. καὶ ταῦτα μέν, ἵνα συμπεριφερόμενοι τῇ τῶν πολλῶν ἐκδοχῇ παραδεξώμεθα ἀπὸ τοῦ πατρὸς λέγεσθαι τὸ »Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. «