Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.289
Not analysed yet
Ἐπεὶ οὖν πρόκειται τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« σαφῶς ἰδεῖν, »ἀρχὴ« δὲ μετὰ μαρτυριῶν τῶν ἐκ τῶν παροιμιῶν ἀποδέδοται εἰρῆσθαι ἡ σοφία, καὶ ἔστι προεπινοουμένη ἡ σοφία τοῦ αὐτὴν ἀπαγγέλλοντος λόγου, νοητέον τὸν λόγον ἐν τῇ ἀρχῇ, τοῦτ’ ἔστι τῇ σοφίᾳ, ἀεὶ εἶναι· ὄντα δὲ ἐν τῇ σοφίᾳ, καλουμένῃ »ἀρχῇ«, μὴ κωλύεσθαι εἶναι »πρὸς τὸν θεόν«, καὶ αὐτὸν θεὸν γυγχάνοντα, καὶ οὐ γυμνῶς εἶναι αὐτὸν »πρὸς τὸν θεόν«, ἀλλὰ ὄντα »ἐν τῇ ἀρχῇ«, τῇ σοφίᾳ, εἶναι »πρὸς τὸν θεόν«.