Ancient Greek · ~4 min
1.290 to 1.292
Origen, Commentarii in Evangelium Joannis 1.290-292
Not analysed yet
ἐπιφέρει γοῦν καί φησιν· »Οὗτος ἦν ἐν ἀρχῇ »πρὸς τὸν θεόν«· ἐδύνατο γὰρ εἰρηκέναι· »Οὑτος ἠν πρὸς τὸν θεόν· «ἀλλ’ ὥσπερ »ἦν ἐν ἀρχῇ«, οὕτως καὶ »πρὸς τὸν θεὸν« »ἐν ἀρχῇ ἦν«, καὶ »πάντα δι’ αὐτοῦ ἐγέντο« ὄντος »ἐν τῇ ἀρχῇ«· »πάντα« γὰρ »ἐν σοφίᾳ« ὁ θεὸς κατὰ τὸν Δαβὶδ ἐποίησε. καὶ ἔτι εἰς τὸ παραδέξασθαι τὸν λόγον ἰδίαν περιγραφὴν ἔχοντα, οἷον τυγχάνοντα ζῆν καθ’ ἑαυτόν, λεκτέον καὶ περὶ δυνάμεων, οὐ μόνον δυνάμεως· »Τίδε »γὰρ λέγει κύριος τῶν δυνάμεων« πολλαχοῦ κεῖται, λογικῶν τινων θείων ζῴων δυνάμεων ὀνομαζομένων, ὧν ἡ ἀνωτέρω καὶ κρείττων Χριστὸς ἦν, οὐ μόνον »σοφία θεοῦ« ἀλλὰ καὶ »δύναμις« προσαγορευόμενος. ὥσπερ οὖν δυνάμεις θεοῦ πλείονές εἰσιν, ὧν ἑκάστη κατὰ περιγραφή, ὧν διαφέρει ὁ σωτήρ, οὕτως καὶ »λόγος« —εἰ καὶ ὁ παρ’ ἡμῖν οὐκ ἔστι κατὰ περιγραφὴν ἐκτὸς ἡμῶν –νοηθήσεται ὁ χριστὸς διὰ τὰ προεξητασμένα, »ἐν ἀρχῇ«, τῇ σοφίᾳ, τὴν ὑπόστασιν ἔχων. ταῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς τὸ »Ἐν ἀρχῇ ἦν »ὁ λόγος. «