Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.29
Not analysed yet
ὅτι δὲ καὶ ἀγαθὸν ἐπαγγέλλεται διὰ τῶν βιβλίων τούτων τὸ προσδοκηθέν, οὐκ ἀσαφές. σχεδὸν γὰρ ὁ βαπτιστὴς Ἰωάννης τὴν παντὸς τοῦ λαοῦ λαβὼν φωνήν φησι πέμψας τῷ Ἰησοῦ· »Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; «προσδοκώμενον γὰρ ἀγαθὸν τῷ λαῷ ὁ χριστὸς ἦν, περὶ οὗ κηρυσσόντων τῶν προ- φητῶν μέχρι καὶ τῶν τυχόντων πάντες εἰς αὐτὸν ἔσχον οἱ ὑπὸ νόμον καὶ προφήτας τὰς ἐλπίδας, ὡς μαρτυρεῖ ἡ Σαμαρεῖτις λέγουσα· »Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος »Χριστός «· ὅταν ἔλθῃ ἐκεῖνος, »ἀπαγγελεῖ ἡμῖν ἅπαντα. «