Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.30
Not analysed yet
ἀλλὰ καὶ Σίμων καὶ Κλεόπας, ὁμιλοῦντες »πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων« τῷ Ἰησοῦ, αὐτῷ τῷ χριστῷ ἀναστάντι οὐδέπω γινώσκοντες ἐγηγέρθαι αὐτὸν ἐκ νεκρῶν φασί· »Σὺ μόνος παροικεῖς έν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα »ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις ; «εἰπόντος δὲ »Ποῖα ; «ἀποκρίνονται· »Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς »εν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε »παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανά- »του καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ »μέλλων λυτροῦσθαι τὸν Ἰσραή.