Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.34
Not analysed yet
καὶ οὐκ ἂν ἀπὸ σκοποῦ χρησαίμην τῷ παραδείγματι τοῦ »Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. «ὅτι *******υἱοὺς τῶν ἀνθρώπων τῇ θειότητι αὐτοῦ, περιελὼν τὸ ἐν τῷ νόμῳ καὶ προφήταις κάλυμμα, πάντων τὸ θεῖον ἀπέδειξε, φανερῶς παραστήσας τοῖς βουληθεῖσι τῆς σοφίας αὐτοῦ γενέσθαι μαθηταῖς, τίνα τὰ ἀληθινὰ τοῦ Μωϋσέως νόμου, ὧν »ὑποδείγματι καὶ σκιᾷ« ἐλάτρευον οἱ πάλαι, καὶ τίς ἡ ἀλήθεια τῶν ἐν ταῖς ἱστορίαις πραγ- μάτων, ἅτινα »τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη ἐγράφη δὲ« ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.