Ancient Greek
1.31 to 1.33
Origen, Commentarii in Evangelium Joannis 1.31-33
Not analysed yet
«πρὸς τούτοις Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα λέγει· »Εὑρή- »καμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός«. καὶ μετ ὀλίγα ὁ Φίλιππος εὑρὼν τὸν Ναθαναὴλ λέγει αὐτῷ· »Ὃν ἔγραψεν »Μωσϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, τὸν Ἰησοῦν τὸν Ἰωσὴφ τοῦ Ἰφσὴφ τὸν ἀπὸ Ναζαρέθ. «Δόξαι δ’ ἄν τις ἐνίστασθαι τῷ πρώτῳ ὅρῳ, ἐπεὶ καὶ τὰ μὴ ἐπιγεγραμμένα εὐαγγέλια ὑποπίπτει αὐτῷ· ὁ γὰρ νόμος καὶ οἱ προ- φῆται >λόγοι< πιστεύονται εἶναι περιέχοντες ἀπαγγελίαν κατὰ τὸ εὔλογον τὸ τὸ ὠφελεῖν εὐφραινόντων τοὺς ἀκούοντας, ἐπὰν >παραδέξωνται τὰ <. λεχθείη δ’ ἂν πρὸς τοῦτο ὅτι πρὸ τῆς Χριστοῦ ἐπιδημίας ὁ νόμος καὶ οἱ προφῆται, ἅτε μηδέπω ἐληλυθότος τοῦ τὰ ἐν αὐτοῖς μυστήρια σαφηνίζοντος, οὐκ εἶχον τὸ ἐπάγγελμα τοῦ περὶ τοῦ εὐαγγελίου ὅρου· ὁ δὲ σωτὴρ ἐπιδημήσας καὶ τὸ εὐαγγέλιον σωματοποιηθῆναι θελήσας τῷ εὐαγγελιῳ πάντα ὡσεὶ εὐαγγέλιον πεποίηκεν.