Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.4
Not analysed yet
»εὐρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν. «ὅτι δὲ ταῦτα παρὰ τῷ Ἰωάννῃ περὶ τῶν εἰς Χριστὸν πεπιστευκότων λέγεται, καὶ αὐτῶν ὑπαρχόντων ἀπὸ φυλῶν, κἂν μὴ δοκῇ τὸ σωματικὸν αὐτῶν γένος ἀνατρέχειν ἐπὶ τὸ σπέρμα τῶν πατριαρχῶν, ἔστιν οὔτως ἐπιλογίσασθαι· »Μὴ ἀδική- »σητε, φησί, τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφρα- »γίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων ,ἑκατὸν τεσσαράκοντα »τέσσρες χιλιάδεc ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. «