Ancient Greek · ~3 min
1.5 to 1.6
Origen, Commentarii in Evangelium Joannis 1.5-6
Not analysed yet
οὐκοῦν οἳ ἐκ πάσης φυλῆς υἱῶν Ἰσραὴλ ζφραγίζονται ἐπὶ τῶν μετώπων αὐτῶν, ἑκατὸν τεσσαράκοντα τέσσαρές εἰσι χιλιάδες τὸν ἀριθμόν· αἵτινες ἑκατὸν τεσσαράκοντα τέσσαρες τέσσαρες χιλιάδες ἐν τοῖς εξῆς παρὰ τῷ Ἰωάννῃ λέγοντα· ἔχειν τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν, αὐτῶν, παρθένοι καὶ μετὰ γυναικῶν οὐ μολυνθέντες. τίς ἂν οὖν ἄλλη εἴη ἡ σφραγὶς ἡ ἐπὶ τῶν μετώποων ἢ τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ, ἐν ἀμφοτέροις τοῖς τόποις τῶν μετώπων λεγομένων ἔχειν πὴ μὲν τὴν σφραγῖδα πὴ δὲ τὰ γράμματα περιέχοντα τὸ ὄνομα τοῦ ἀρνίου καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ;