Ancient Greek · ~7 min
1.54 to 1.59
Origen, Commentarii in Evangelium Joannis 1.54-59
Not analysed yet
πῶς δὲ οὐκ ἀγαθὸν τὸ ἀποτινξάμενον τὸν χοῦν καὶ τὴν νεκρότητα· ἀναστῆναι, τούτου τυγχάνοντα ἀπὸ τοῦ κυρίου καθὸ ἀνάστασίς ἐστιν, ὃς καί φησιν· »Ἐγώ εἰμι ἡ ἀνάστασις«; ἀλλὰ καὶ ἡ θύρα, δἰ ἧς τις εἰς τὴν ἄκραν εἰσέρχεται μακαριότητα, ἀγαθόν· ὁ δὲ χριστός φησιν· »Ἐγώ εἰμι ἡ θύρα«. τί δὲ δεῖ περὶ σοφίας λέγειν, ἣν »ἔκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ᾗ προσέχαιρεν ὁ πατὴρ αὐτῆς, ἐνευφραινόμενος τῷ πολυποικίλῳ νοητῷ κάλλει αὐτῆς ὑπὸ νοητῶν ὀφθαλμῶν μόνων βλεπομένῳ καὶ εἰς ἔρωτα τὸν τὸ θεῖον κάλλος κατανοοῦντα οὐράνιον προκαλουμένῳ; ἀγαθὸν γὰρ ἡ σοφία τοῦ θεοῦ, ὅπερ μετὰ τῶν προειρημένων εὐαγγελίζονται ὧν »ὡραῖοι οἱ πόδες«. ἀλλὰ καὶ ἡ δύναμις τοῦ θεοῦ ἤδη ὄγδοον ἡμῖν ἀγαθὸν καταλέγεται, ἥτις ἐστὶν ὁ χριστός. οὐ σιωπητέον δὲ οὐδὲ τὸν μετὰ τὸν πατέρα τῶν ὅλων θεὸν λόγον· οὐδενὸς γὰρ ἔλαττον ἀγαθοῦ καὶ τοῦτο τὸ ἀγαθόν. μακάριοι μὲν οὖν οἱ χωρήσαντες ταῦτα τὰ ἀγαθὰ καὶ παραδεξάμενοι ἀπὸ τῶν ὡραίων τοὺς πόδας καὶ εὐαγγελιζομένων αὐτά. Πλὴν κἂν Κορίνθιός τις ὤν, κρίνοντος Παύλου μηδὲν εἰδέναι παρ’ αὐτῷ ἢ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, τὸν δι’ ἡμᾶς ἅνθρωπον μανθάνων παραδέξηται, »ἐν ἀρχῇ« τῶν ἀγαθῶν γίνεται, ὑπὸ τοῦ ἀνθρώπου Ἰησοῦ »ἄνθρωπος« γινόμενος »θεοῦ« καὶ ἀπὸ τοῦ θανάτου αὐτοῦ ἀποθνήσκων τῇ ὁμαρτίᾳ· καὶ γὰρ ἐκεῖνος »ὃ ἀπέ- »θανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ«. ἀπὸ δὲ τῆς ζωῆς αὐτοῦ, ἐπεὶ Ἰησοῦς »ὃ ζῇ, ζῇ τῷ θεῷ«, πᾶς ὁ σύμμορφος γενόμενος τῆς ἀναστάσεως αὐτοῦ λαμβάνει τὸ ζῆν τῷ θεῷ. τίς δὲ διστάζει, εἰ αὐτοδικαιοσύνη ἀγαθόν ἐστι καὶ αὐτοαγιασμὸς καὶ αὐτοαπολύτρωσις; ἅπερ καὶ αὐτὰ οἱ Ἰησοῦν εὐαγγελιζόμενοι εὐαγγελίζονται, λέγοντες αὐτὸν γεγονέναι ἡμῖν δικαιοσύνην ἀπὸ θεοῦ καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν.