Ancient Greek · ~5 min
1.60 to 1.64
Origen, Commentarii in Evangelium Joannis 1.60-64
Not analysed yet
Παρέσται δὲ ἀπὸ τούτων τῶν γεγραμμένων περὶ αὐτοῦ δυσεξαριθμήτων παριστάντα πῶς πλῆθος ἀγαθῶν εστὶν Ἰησοῦς, ἀπὸ τῶν δυσεξαριθμήτων καὶ γεγραμμένων] καταστοχάζεσθαι τῶν ὑπαρχόντων μὲν ἐν αὐτῷ, εἰς ὃν »εὐδόκησεν« ἅπαν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι »σωματικῶς«, οὐ μὴν ὑπὸ γραμμάτων κεχωρημένων. καὶ τί λέγω »ὑπὸ γραμμάτων«, ὅτε καὶ περὶ ὅλου τοῦ κόσμου φησὶν ὁ Ιωάννης ὅτι »Οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα »βιβλία«; Ταὐτὸν οὖν ἐστιν εἰπεῖν ὅτι οἱ ἀπόστολοι τὸν σωτῆρα εὐαγγελίζονται, καὶ τὰ ἀγαθὰ εὐαγγελίζονται. οὑτος γάρ ἐστιν ὁ ἀπὸ τοῦ ἀγαθοῦ πατρὸς τὸ ἀγαθὰ εἶναι λαβών, ἵνα ἕκαστος ὃ χωρεῖ ἢ ἃ χωρεῖ διὰ Ἰησοῦ λαβὼν ἐν ἀγαθοῖς τυΓχάνῃ. οὐχ οἷοί τε δὲ δὲ ἠσαν οἱ ἀπόστολοι, ὧν »ὡραῖοι οἱ πόδες«, καὶ οἱ τούτων ζηλωταὶ εὐαγγελίζεσθαι τὰ ἀγαθά, μὴ πρότερον Ἰησοῦ αὐτοῖς αὐτὰ εὐαγγελισαμένου, ὡς ὁ Ἡσαΐας φησίν· »Αὐτὸς ὁ λαλῶν πάρειμι· ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες »εὐαγγειζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκου- »στὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών· Βασιλεύσει σου ὁ θεός«. τίνα γὰρ τὰ ὄρη, ἐφ’ ὧν αὐτὸς ὁ λαλῶν παρεῖναι ὁμολογεῖ ἢ οἱ μηδενὸς τῶν ἐπὶ γῆς ὑψηλοτάτων καὶ μεγίστων ἥττονες1; οὕστινας ζητεῖσθαι δεῖ ὑπὸ τῶν ἱκανῶν διακόνων τῆς καινῆς διαθήκης, ἵνα τηρήσωσι τὴν λέγουσαν ἐντολήν· »Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγ- »γελιζόμενος Σιών, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμε- »νος Ἱερουσαλήμ. «