Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.68
Not analysed yet
διὸ καὶ γέγραπται· »Ὅπου ἂν ἂν κηρυχθῇ »τὸ εὐαγγέλιον τοῦτο ἐν πᾶσι τοῖς ἔθνεσι, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς· «σαφὲς δὲ ὅτι εἰς Ἰησοῦν γίνεται καὶ τὰ εἰς τοὺς μαθητευθέντας αὐτῷ ἐπιτελούμενα· δεικνὺς γοῦν τοὺς εὖ πεπονθότας φησὶ τοῖς πεποιηκόσι· »Τούτοις ὃ ἐποιήσατε ἐμοὶ ἐποι- »ήσατε«· ὥστε πᾶσα πρᾶξις ἀγαθὴ ἡ εἰς τὸν πλησίον ὑφ’ ἡμῶν ἐπιτελουμένη εἰς τὸ εὐαγγέλιον ἀναφέρεται, τὸ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ γραφόμενον καὶ ὑπὸ πάντων τῶν ἠξιωμένων τῆς τῶν ὅλων γνώσεως ἀναγινωσκόμενον.