Ancient Greek · ~3 min
1.66 to 1.67
Origen, Commentarii in Evangelium Joannis 1.66-67
Not analysed yet
καὶ τούτοις γὰρ εὐαγγελίζεται, ὡς αὐτὸς μαρτυρεῖ λαβὼν τὸν Ἡσαΐαν καὶ ἀναγνούς· »Τὸ πνεῦμα »κυρίου ἐπ’ ἐμέ. οὑ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέ »με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν· «»πτύξας« γὰρ τὸ βιβλίον καὶ »ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε« καὶ πάντων ἐνατενιζόντων τενιζόντων αὐτῷ φησι· »Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς »ὠσὶν ὑμῶν ὑμῶν. «Ἀναγκαῖον δὲ εἰδέναι ὅτι ἐμπεριλαμβάνεται τῷ τηλικούτῳ εὐαγγελίῳ καὶ πᾶσα ἡ εἰς Ἰησοῦν γινομένη πρᾶξις ἀγαθή, ὥσπερ καὶ τῆς τὰ πονηρὰ ἔργα πεποιηκυίας καὶ μετανενοηκυίας εὐωδίαν δεδυνημένης διὰ τὴν ἀπὸ τῶν κακῶν γνησίαν μετάστασιν καταχέαι τοῦ Ἰησοῦ καὶ παντὶ τῷ οἴκῳ τὴν τοῦ μύρου πνοὴν εἰς αἴσθησιν πάντων τῶν ἐν αὐτῷ ἐμπεποιηκυίας.