Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.7
Not analysed yet
ἀλλὰ καὶ οἱ »ἀπὸ φυλῶν« εἰ οἱ αὐτοί εἰσι τοῖς »παρθένοις«, ὡς προαπεδείξαμεν, σπάνιος δὲ ὁ ἐκ τοῦ κατά σάρκα Ἰσραὴλ πιστεύων, ὡς τάχα τολμῆσαι ἄν τινα εἰπεῖν μὴ συμπληροῦσθαι ἀπὸ τῶν ἐκ τοῦ κατὰ σάρκα Ἰσραὴλ πιστευόντων μηδὲ τὸν τῶν τεσσράκοντα τεσσαράκοντα τεσσάρων χιλιάδων ἀριθμόν, δῆλον ὅτι ἐκ τῶν ἀπὸ τῶν ἐθνῶν τῷ θείῳ προσερχομένων λόγῳ συνίστανται αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες μετὰ γυναικῶν οὐ μολυνομένων· ὥστε μὴ ἂν ἀποπεσεῖν τῆς ἀληθείας τὸν φάσκοντα ἀπαρχὴν ἑκάστης εἶναι φυλῆς τοὺς παρθένους αὐτῆς.