Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.85
Not analysed yet
Ἐπεὶ τοίνυν »ἀρχὴν τοῦ εὐαγγελίου« κατὰ μίαν ἐκδοχὴν τὴν πᾶσαν παρεστήσαμεν εἶναι παλαιὰν διαθήκην διὰ τοῦ ὀνόματος Ἰωάννου σημαινομένην, ὑπὲρ τοῦ μὴ ἀμάρτυρον εἶναι τὴν ἐκδοχὴν ταύτην παραθησόμεθα τὸ ἐκ Πράξεων περὶ τοῦ τῆς Ἀἰθιόπων βασιλίδος εὐνούχου εἰρημένον καὶ Φιλίππου· »Ἀρξάμενος, γάρ φησιν, ὁ Φίλιππος »ἀπὸ τῆς Ἡσαΐου γραφῆς τῆς Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ κείροντος εὐαγγελίσατο αὐτῷ τὸν »κύριον Ἰησοῦν. «πῶς γὰρ ἀρχόμενος ἀπὸ τοῦ προφήτου εὐαγγελίζεται Ἰησοῦν, εἰ μὴ τῆς ἀρχῆς τοῦ εὐαγγελίου μέρος τι ὁ Ἡσαΐας ἦν;