Ancient Greek
1.86 to 1.87
Origen, Commentarii in Evangelium Joannis 1.86-87
Not analysed yet
ἅμα δὲ καὶ τὰ ἐν πρώτοις ἡμῖν εἰρημένα περὶ τοῦ δύνασθαι εὐαγγέλιον εἶναι πᾶσαν θείαν γραφὴν ἐντεῦθεν δύναται δηλοῦσθαι· καὶ γὰρ εἰ ὁ εὐαγγελιζόμενος »ἀγαθὰ εὐαγγελίζεται«, πάντες δὲ οἱ πρὸ τῆς σωματικῆς Χριστοῦ ἐπιδημίας Χριστὸν εὐαγγελίζονται ὄντα »τὰ ἀγαθά«, ὡς ἀπεδείξαμεν, πάντων πως εἰσὶν οἱ λόγοι τοῦ εὐαγγελίου μέρος. ὅπερ εὐαγγέλιον λεγόμενον λαλεῖσθαι ἐν ὅλῳ τῷ κόσμῳ ἡμεῖς ἐκλαμβάνομεν ἀπαγγέλλεσθαι ἐν ὅλῳ τῷ κόσμῳ, οὐ μόνον τῷ περιγείῳ τόπω ἀλλὰ καὶ παντὶ τῷ συστήματι τῷ ἐξ οὐρανοῦ καὶ γῆς ἢ ἐξ οὐρανῶν καὶ γῆς.