Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.94
Not analysed yet
δὲ δόξειέ τις ἡμᾶς παρεκβεβηκέναι, ἓν σημαινόμενον τῆς ἀρχῆς σαφηνίζοντας καὶ ταῦτα εἰρηκότας, δεικτέον ὅτι ἡ παρέκβασις πρὸς τὸ προκείμενον ἀναγκαία καὶ χρήσιμος ἦν. εἰ γὰρ »ἀρχὴ« ὡς μεταβάσεώς ἐστι καὶ ὁδοῦ καὶ μέκους, »ἀρχὴ δὲ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια«, ἔστιν εἰδέναι, ὅτι πᾶσα ὁδὸς ἀγαθή πως »ἀρχὴν« μὲν ἔχει »τὸ ποιεῖν τὰ δίκαια«, μετὰ δὲ τὴν ἀρχὴν τὴν θεωρίαν, καὶ τίνα τρόπον τὴν θεωρίαν.