Ancient Greek
1.95 to 1.99
Origen, Commentarii in Evangelium Joannis 1.95-99
Not analysed yet
Ἔστι δὲ »ἀρχὴ« καὶ ἡ ὡς γενέσεως, ἣ δόξαι ἂν ἐπὶ τοῖ »Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· «οἶμαι δὲ σαφέστερον ἐν τῷ Ἰὼβ τοῦτο καταγγέλλεσθαι τὸ σημαινόμενον κατὰ τὸ »Τοῦτ’ ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. «ὑπολάβοι γὰρ ἄν τις τῶν έν γενέσει τῇ τοῦ κόσμου τυγχανόντων »ἐν ἀρχῇ« προπεποιῆσθαι »τὸν οὐρανὸν καὶ »τὴν γῆν« · βέλτιον δὲ ὡς πρὸς τὸ δεύτερον ῥητόν, πολλῶν ὄντων τῶν ἐν σώμασι γεγενημένων πρῶτον τῶν ἐν σώματι τὸν καλουμένου εἶναι δράκοντα, ὀνομαζόμενον δέ που καὶ »μέγα κῆτος«, ὅπερ ἐχ· ειρώ- σατο ὁ κύριος. καὶ ἀναγκαῖον ἐπιστῆσαι εἰ ἄϋλον πάντη καὶ ἀσώματον Η ζωὴν ζώντων ἐν μακαριότητι τῶν ἁγίων, ὁ καλούμενος δράκων ἄξιος γεγένηται, ἀποπεσὼν τῆς καθαρᾶς ζωῆς, πρὸ πάντων ἐνδεθῆναι ὕλῃ καὶ σώματι, ἵνα διὰ τοῦτο χρηματίσων ὁ κύριος διὰ λαίλαπος καὶ νεφῶν λέγῃ »Τοῦτ’ ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον »ἐγκαταπαίζερσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ«. δυνατὸν μέντοι γε τὸν δράκοντα μὴ ἁπαξαπλῶς εἶναι ἀρχὴν πλάσματος κυρίου, ἀλλὰ πολλῶν ἐν σώματι »ἐγκαταπαίζεσθαι« πεποιημένων »ὑπὸ τῶν ἀγγέλων«, τοῦτον ἀρχὴν τῶν τοιούτων εἶναι, δυναμένων τινῶν ὑπάρχειν έν σώματι οὐχ οὕτως· καὶ γὰρ ἡ ψυχὴ τοῦ ἡλίου ἐν σώματι κοὶ πᾶσα ἡ κτίσις περὶ ἡς ὁ ἀπόστολός φησι· »Πᾶσα ἡ κτίσις στενάζει καὶ συνωδίνει »ἄχρι τοῦ νῦν. «καὶ τάχα περὶ ἐκείνης ἐστὶ τὸ »Τῇ ματαιότητι ἡ »κτίσις ὑπετάγη οὐχ ἑκοῦσά, ἀλλὰ διὰ τὸν ὑποτάξαντα †τῇ ἐλπίδι«. ἵνα ματαιότης τὰ σώματα ᾖ καὶ τὸ ποιεῖν τὰ σωματικά, ὅπερ ἀνακαῖον ***τῷ ἐν σώματι ********ὑπάρχῃ. ὁ ἐν σώματι οὐχ ἑκὼν ποιεῖ τὰ σώματος· διὰ τοῦτο τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα.