Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 10-3
Not analysed yet
ΙΙΙ. ***<Παραστατέον δὲ> τὴν περὶ τούτων ἀλήθειαν ἀποκεῖ σθαι ἐν τοῖς νοητοῖς, <διὰ τὸ πολλοὺς> μὴ λυομένης τῆς διαφωνίας ἀφεῖσθαι τῆς περὶ τῶν εὐαγγελίων πίστεως, ὡς οὐκ ἀληθῶν οὐδὲ θειοτέρῳ πνεύματι γεγραμμένων ἢ ἐπιτετευγμένως ἀπομνγμονευθέντῶν· ἑκατέρως γὰρ λέγετᾳι συντετάχθαι ἡ τούτων γραφή. λεγέτωσαν γὰρ ἡμῖν οἱ παραδεχόμενοι τὰ τέσσαρα εὐαγγέλια, καὶ τὴν δοκοῦσαν διαφωνίαν οἰόμενοι μὴ λύεσθαι διὰ τῆς ἀναγωγῆς πρὸς ταῖς προειρημέναις ἡμῖν ἐπαπορήσεσιν περὶ τῶν τεσσεράκοντα τοῦ πειρασμοῦ ἡμερῶν οὐδαμῶς δυναμένων χώραν ἔχειν παρὰ τῷ Ἰωάννῃ, πότε γέγονεν έν τῇ Καφαρναοὺμ ὁ κύριος· εἰ γὰρ μετὰ τὰς ἕξ τοῦ ὅτε ἐβαπτίσθη ἡμέρας, τῇ ἕκτῃ γενομένης τῆς κατὰ τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας γάμον οἰκονομίας, δῆλον ὅτι οὔτε πεπείρασται οὔτε ἐν Ναζαροῖς ἐγένετο οὔτε Ἰωάννης πω παρεδέδοτο.