Ancient Greek · ~2 min
102 to 103
Origen, Commentarii in Evangelium Joannis 102-3-103
Not analysed yet
Ὅρα δὲ εἰ μὴ ἰδίως καὶ παρὰ τὴν ἀκολουθίαν τῶν ῥητῶν ὁ Ἡρακλέων ἐκδεξάμενος τὸ »Ὑμεῖς« ἀντὶ τοῦ »Οἱ Ἰουδαῖοι «καὶ οἱ ἐθνικοὶ« διηγήσατο. οἷον δέ ἐστιν πρὸς τὴν Σαμαρεῖτιν λέγεσθαι· Ὑμεῖς οἱ Ἰουδαῖοι, ἢ πρὸς Σαμαρεῖτιν· Ὑμεῖς οἱ ἐθνικοί; ἀλλ᾿ οὐκ οἴδασίν γε οἱ ἑτερόδοξοι ὃ προσκυνοῦσιν, ὅτι πλάσμα ἐστὶν καὶ οὐκ ἀλήθεια, καὶ μῦθος καὶ οὐ μυστήρια· ὁ δὲ προσκυνῶν τὸν δημιουργόν, μάλιστα κατὰ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τοὺς λόγους τοὺς πνευματικοὺς Ἰουδαϊκούς, οὑτος ὃ οἶδεν προσκυνεῖ.