Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 112-2
Not analysed yet
ἀρκεῖ δὲ εἰς ἀνατροπὴν ἡ ἀπαραμύθητος ἀπόφασις. ὅπερ δὲ ὑπερεθέμθα ἐν τοῖς πρὸ τούτων ἐξετάσαι, πῶς κεκίνηται, νῦν φέρε διαλάβωμεν. ὁ μὲν γὰρ σωτὴρ κατὰ τὸν Ἡρακλέωνα φησὶν αὐτὸν καὶ προφήτην καὶ Ἠλίαν, αὐτὸς δὲ ἑκάτερον τοὺτων ἀρνεῖται. καὶ προφήτην μὲν καὶ Ἠλίαν ὁ σωτὴρ ἐπὰν αὐτὸν λέγῃ, οὐκ αὐτὸν ἀλλὰ τὰ περὶ αὐτόν, φησί, διδάσκει· ὅταν δὲ μείζονα προφητῶν καὶ έν γεννητοῖς γυναικῶν, τότε αὐτὸν τὸν Ἰωάννην χαρακτηρίζει· αὐτὸς δέ, φησί, περὶ ἑαυτοῦ ἐρωτώμενος ἀποκρίνεται ὁ Ἰωάννης, οὐ τὰ περὶ αὐτόν.