Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 114
Not analysed yet
τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ »Ὃ γέγονεν ἐν αὐτῷ αὐτῷ »ἠν« διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τά ὑπ᾿ ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα. ἐὰν γὰρ νοήσωμεν τὸν ἐν ἀρχῇ λόγον, τὸν πρὸς τὸν θεόν, τὸν θεὸν λόγον, τάχα δυνησόμεθα μόνον τὸν τούτου, καθ’ ἃ τοιοῦτος, μετέχοντα »λογικὸν« εἰπεῖν· ὥστε καὶ ἀποφήνασθαι ἄν, ὅτι μόνος ὁ ἅγιος λογικός.