Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 116
Not analysed yet
ἐπίστησον δὲ εἰ μὴ τοῦτο πολλαχοῦ παριστᾶσιν αἱ θεῖαι γραφαί, τὸ] ὅπου μὲν τοῦ σωτῆρος φάσκοντος· »Ἢ οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ἐπὶ τῆς βάτου Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ »ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων‘ καὶ »Οὐ δικαιωθήσεται κατενώ- πιόν σου πᾶς ζῶν«. τί δὲ περὶ αὐτοῦ λέγγειν δεῖ τοῦ θεοῦ ἢ τοῦ σωτῆρος; ἀμφιβάλλεται γὰρ ὁποτέρου εἶναι ἡ λέγουσα ἐν τοῖς προφήταις φωνή· »Ζῶ ἐγώ, λέγει κύριος. «