Ancient Greek · ~7 min
116 to 123
Origen, Commentarii in Evangelium Joannis 116-4-123
Not analysed yet
ἐχρῆν δὲ αὐτὸν καὶ τοὺς ἀπ' αὐτοῦ ἕκαστον τῶν ἐν τῇ λατρείᾳ δεικνύναι πῶς ἐστιν ἐστιν τῶν ἐν τῷ πληρώματι, εἴγε μὴ μόνον φωνῇ τοῦτο λέγουσιν ἀλλὰ καὶ ἀληθείᾳ φρονοῦσιν αὐτό. πρὸς τούτοις τὸ »'Εν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν θεόν« διηγούμενος λέγει, ὅτι πρότεροι προσκυνηταὶ ἐν ἐν σαρκὶ καὶ πλάνῃ προσεκύνουν τῷ μὴ πατρί, ωστε κατ' αὐτὸν πεπλανῆσθαι πάντας τοὺς προσκεκυνηκότας τῷ δημιουργῷ. καὶ ἐπιφέρει γε ὁ ‘Ηρακλέων ὅτι ἐλάτρευον τῇ κτίσει, καὶ οὐ τῷ κατ’ ἀλήθειαν κτίστῃ, ὅς ἐστιν Χριστός, εἴ γε »Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«. 4, 23 Καὶ γὰρ ὁ γὰρ τοιοὐτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτὸν. Εἰ ζητεῖ ὁ πατήρ, διὰ τοῦ υἱοῦ ζητεῖ τοῦ ἐληλυθότος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, οὕστινας καθαίρων καὶ παιδεύων τῷ λόγῳ καὶ τοῖς ὑγιέσι δόγμασιν κατασκευάζει ἀληθινοὺς προσκυνητάς. ἀπολωλέναι δέ φησιν ὁ Ἡρακλέων ἐν τῇ βαθείᾳ ὕλῃ τῆς πλάνης τὸ οἰκεῖον τῷ πατρί, ὅπερ ζητεῖται, ἕνα ὁ πατὴρ ὑπὸ τῶν οἰκείων προσκυνῆται. εἰ μὲν οὖν ἑώρα τὸν περὶ τῆς ἀπωλείας τῶν προβάτων λόγον καὶ τοῦ ἀποπεσόντος τῶν τοῦ πατρὸς υἱοῦ, κἂν ἀπεδεξάμεθα αὐτοῦ τὴν διήγησιν. ἐπεὶ δὲ μυθοποιοῦντες οἱ ἀπὸ τῆς γνώμης αὐτοῦ οὐκ οὖδ' ὅ τί ποτε τρανῶς παριστᾶσιν περὶ τῆς άπολωλυίας πνευματικῆς φύσεως οὐδὲν σαφὲς διδάσκοντες· ἡμᾶς περὶ τῶν πρὸ τῆς ἀπωλείας αὐτῆς χρόνων ἢ αἰώνων (οὐδὲ γὰρ τρανοῦν ἑαυτῶν τὸν λόγον), διὰ τοῦτο αὐτοὺς ἑκόντες παραπεμψόμεθα, τοσοῦτον ἐπαπορήσαντες. 4, 24 Πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκύνεῖν. Πολλῶν πολλὰ περὶ τοῦ θεοῦ ἀποφηναμένων καὶ τῆς οὐσίας αὐτοῦ, ὥστε τινὰς μὲν εἰρηκέναι καὶ αὐτὸν σωματικῆς φύσεως λεπτομεροῦς καὶ αἰθερώδους, τινὰς δὲ ἀσωμάτου, καὶ ἄλλης ὑπὲρ ἐκεῖνα οὐσίας πρεσβείᾳ καὶ δυνάμει, ἄξιον ἡμᾶς ἰδεῖν εἰ ἔχομεν ἀφορμὰς ἀπὸ τῶν Βείων γραφῶν πρὸς τὸ εἰπεῖν τι περὶ οὐσίας θεοῦ.