Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 122-3
Not analysed yet
ὑμεῖς δὲ »πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν( ὁ δὲ Λουκᾶς· Καὶ ὡς ἤγγι »σεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν, λέγων ὅτι Εἰ ἔγνως ἐν τῇ »ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλ . »μῶν σου. ὅτι ἤξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περικυκλώσουσιν καὶ σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου, καὶ οὐκ ἀφή- »σουσι λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὡν οὐκ ἔγνως τὸν καιρὸν τῆς »ἐπισκοπῆς σου. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς »πωλοῦντας λέγων αὐτοῖς· Γέγραπται· Καὶ ἔσται ὁ οἰκος μου οἶκος προσευχῆς, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν«.