Ancient Greek · ~4 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 124-3
Not analysed yet
οὕτω δὲ κατανοητέον τὰ εἰρημένα, κοὶ πρῶτόν γε τὰ Ματθαίῳ λεγόμενα· »Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἠλθεν εἰς »Βηθσφαγῆ πρὸς τὸ ὅρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς, λέγων αὐτοῖς· Πορεύεσθε εἰς τὴν κόμην τὴν κατέναντι »ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· »λύσαντες ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί †ποιεῖτε; ἐρεῖτε ὅτι Ὁ »κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστέλλει αὐτούς. τοῦτο δὲ »γέγονεν ἕνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε »τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταιδ πραΰς καὶ ἐπιβεβηκὼς »ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ' αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ »ὁδῷ. ***οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἔχρα- »ξαν· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυ- »ρίου· Ὡσαννὰ έν τοῖς ὐψίστοις«.