Ancient Greek · ~2 min
126 to 128
Origen, Commentarii in Evangelium Joannis 126-4-128
Not analysed yet
ταῦτα δέ φημι καθ’ ὑπεξαίρεσιν τῶν πέμπτην λεγόντων εἶναι φύσιν σωμάτων παρὰ τὰ στοιχεῖα. εἰ δὲ πᾶν σῶμα ὑλικὸν ἔχει φύσιν τῷ ἰδίῳ λόγῳ ἄποιον τυγχάνουσαν τρεπτὴν δὲ καὶ ἀλλοιωτὴν καὶ δι ὅλων μεταβλητὴν καὶ ποιότητας χωροῦσαν ,ἃς ἐὰν βούληται αὐτῇ περιτιθέναι ὁ δημιουργός, ἀνάγκη καὶ τὸν θεὸν ὑλικὸν ὄντα τρεπτὸν εἶναι καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν. καὶ ἐκεῖνοι μὲν οὐκ αἰδοῦνται λέγειν ὅτι καὶ φθαρτός ἐστιν σῶμα ὤν, σῶμα δὲ πνευματικὸν καὶ αἰθερῶδες, μάλιστα κατὰ τὸ ἡγεμονικὸν αὐτοῦ· φθαρτὸν δὲ ὄντα μὴ Μείρεσθαι τῷ μὴ εἶναι τὸν φθείροντα αὐτὸν λέγουσιν.