Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 128-3
Not analysed yet
μέντοι γε Ἰωάννης μετὰ πλεῖστα ὅσα τοῦ »Kαὶ ἀνέβη »εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας »[τοὺς] βόας καὶ πρόβατα» ἑτέραν διηγούμενος ἄνοδον τοῦ κυρίου εἰς Ἱεροσόλυμα, ταῦτά φησι μετὰ τὸ πρὸ ἕξ ἡμερῶν τοῦ πάσχα ἐν Βηθανίᾳ δεῖπνον, έν ᾧ ἡ Μάρθα διηκόνει καὶ ὁ Λάςαρος ἀνέκειτο· »Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι »ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαία τῶν φοινίκων καὶ »ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον· Ὡσαννά· εὐλογημένος έν »ὀνόματι κυρίου ὁ βασιλεὺς τοῦ Ἰσραήλ. εὑρὼν δὲ ὁ Ἰησοῦς όνάριον »ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θυγάτηρ »Σιών· ἰδου ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου«.