Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 131-2
Not analysed yet
ὅπερ δὲ ἐποίησεν Ἰωάννης ἐπιτεμνό μενος ὅ παρέθετο ῥητόν, τοῦτο ἐπ᾿ ἄλλης λέξεως ὁ Μάρκος καὶ αὐτὸς ἐνέφηνεν· ὁ μὲν γὰρ προφήτης φησίν· »Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ θεοῦ ἡμῶν«· ὁ δὲ Μάρκος· »Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ«. τὴν δ᾿ ὁμοίαν ἐπιτομὴν πεποίηται καὶ ἐπὶ τοῦ »Ἰδοὺ ἐγὼ ἀποστέλλω »τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅς κατασκευάσει τὴν ὁδόν »σου«. οὐ παρέθετο γὰρ τὸ προκείμενον τὸ »Εμπροσθέν μου«.