Ancient Greek · ~3 min
134 to 136
Origen, Commentarii in Evangelium Joannis 134-3-136
Not analysed yet
καὶ ἀεί τινας εὑρίσκει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ. πότε γὰρ ἐν τῇ ὀνομαζομένῃ ἐκκλησίᾳ, ἥτις ἐστὶν οἶκος »θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα »τῆς ἀληθείας«, οὐκ εἰσίν τινες κερματισταὶ καθήμενοι, δεόμενοι πληγῶν ἐκ τοῦ ὑπὸ Ἰησοῦ πεποιημένου φραγελλίου ἐκ σχοινίων, καὶ χρῄζοντες κολλυβισταὶ τοῦ ἐκχεῖται αὐτῶν τὰ κέρματα ἀνατρέπεσθαί Ι τε αὐτῶν τὰς τραπέζας; πότε δὲ οὐκ εἰσὶν οἱ ἀποδιδόμενοι ἐμπορικῶς οὓς ἐχρῆν τηρεῖν ἐπ' ἄροτρον βοῦς, ἵνα βαλόντες ἐπ' αὐτὸ τὰς χεῖρας καὶ μὴ στρεφόμενοι εἰς τά ὀπίσω γένωνται τῇ τοῦ θεοῦ βασιλείᾳ αὔθετοι; πότε δὲ οὐκ εἰσὶν οἱ προτιμῶντες τὸν τῆς ἀδικίας μαμωνᾶν τῶν τὴν ὕλην τοῦ κοσμεῖσθαι αὐτοῖς παρεχόντων προβάτων; ἀεὶ δὲ πολλοί εἰσιν καὶ οἱ τοῦ ἀδόλου καὶ ἀκεραίου ἐστερημένου τε πάσης πικρότητος καὶ χολῆς καταφρονοῦντες καὶ ταλαιπώρου κέρδους ἕνεκεν προδιδόντες τὴν τῶν τροπικώτερον λεγομένων περιστερῶν ἐπιμέλειαν.