Ancient Greek
138 to 139
Origen, Commentarii in Evangelium Joannis 138-3-139
Not analysed yet
Οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγ ονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυςίας ἐπιτελεῖσθαι, μηδὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωματικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι. ἅπαξ Ἰησοῦ γὰρ ἐκβάλλοντος τοὺς βόας καὶ τὰ πρόβατα καὶ κελεύοντος ἐκεῖθεν αἴρεσθαι τὰς περιστεράς, οὐδέτι δὴ βόες καὶ πρόβατα καὶ περιστεραὶ ἐπὶ πολὺ θύεσθαι κατὰ τὰ Ἰουδαίων ἔθη ἔμελλον.