Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 140
Not analysed yet
Φέρε δὲ καὶ ἡμεῖς καὶ τοῦτο ζητήσωμεν, εἰ ἡ ζωὴ ἠν μόνων ἀνθρώπων φῶς καὶ μὴ παντὸς οὑτινοσοῦν ἐν μακαριότητι τυγχάνοντος. ἐὰν γὰρ ταὐτὸν ᾖ »ζωὴ« καὶ »φῶς ἀνθρώπων‘ καὶ μόνων ἀνθρώπων ᾖ τὸ τοῦ χριστοῦ φῶς, μόνων ἀνθρώπων καὶ ἡ ζωή. τοῦτο δ' ὑπολαμβάνειν ἐστὶν ἠλίθιον ἅμα καὶ ἀδεβές, ἀντιμαρ- τυρουσῶν τῶν ἄλλων γραφῶν ταύτῃ τῇ ἐκδοχῇ, εἴ γε, ὅταν προδό- ψωμεν, ἰσάγγελοι ἐσόμεθα.