Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 148
Not analysed yet
Κατὰ τοῦτο οὖν ὡς ἴσον δυνάμενον ἐκλήψεται τὸ φῶς τῶν ἀν- θρώπων καὶ φῶς παντὸς λογικοῦ, παντὸς λογικοῦ τῷ »κατ' εἰκόνα καὶ ὁμοίωσιν« εἶναι θεοῦ ἀνθρώπου τυγχάνοντος. τὸ αὐτὸ μέντοι γέ ἐστι τριχῶς ὀνομαζόμενον »φῶς τῶν ἀνθρώπων« καὶ ἁπαξαπλῶς »φῶς« καὶ φῶς ἀληθιωόν«· φῶς μὲν οὖν ἀνθρώπων, ἤτοι, ὡς προα- ποδέδεικται, οὐδενὸς κωλύοντος κωλύοντος τὸ ἐκλαμβάνειν καὶ ἑτίρων παρὰ τὸν ἄνθρωπον εἶναι τὸ φῶς φῶς, ἢ πάντων τῶν λογικῶν διὰ τὸ »κατ' εἰκόνα θεοῦ« γεγονέναι ἀνθρώπων καλουμένων.