Ancient Greek · ~5 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 15-2
Not analysed yet
Ὑπὲρ δὲ τοῦ ποσὴν ἐπίνοιαν τοῦ βουλήματος τῶν εὐαγ- γελίων περὶ τῶν τοιούτων λαβεῖν, καὶ τοῦτο ἡμῖν λεκτέον. ἔστω τισὶ προκείμενον βλέπουσι τῷ πνεύματι τὸν θεὸν καὶ τοὺς τούτου πρὸς τοὺς ἁγίους λόγους, τήν τε παρουσίαν, ἣν πάρεστιν αὐτοῖς ἐξαιρέτοις καιροῖς τῆς προκοπῆς αὐτῶν ἐπιφαινόμενος, πλέοσιν οὖσιν τὸν ἀριθμὸν καὶ ἐν διαφόροις τόποις, οὐχ ὁμοεδεῖς τε πάντη εὐεργεσίας εὐεργετουμένοις, ἑκάστῳ ἰδίᾳ ἀπαγγεῖλαι ἃ βλέπει τῷ πνεύματι περὶ τοῦ θεοῦ καὶ τῶν λόγων αὐτοῦ, τῶν τε πρὸς τοὺς ἀγίους ἐμφανειῶν, ὥστε τόνδε μὲν περὶ τῶνδε τῷδε τῲ δικαίῳ κατὰ τόνδε τὸν τόπον λεγομένων ὑπὸ θεοῦ καὶ πραττομένων ἀπαγγελλειν, τόνδε δὲ περὶ τῶν ἑτέρῳ χρησμῳδουμένων καὶ ἐπιτελουμένων, καὶ ἄλλον περί τινος τρίτου παρὰ τοὺς προειρημένους δύο θέλειν ἡμᾶς διδάσκειν· ἔστω δέ τις καὶ τέταρτος τὸ ἀνάλογον τοῖς τρισὶν περί τινος ποιῶν· συμφερέσθωσαν δὲ οἱ τέσσαρες οὑτοι περί τινων ὑπὸ τοῦ πνεύματος αὐτοῖς ὑποβαλλομένων ἀλλήλοις, καὶ περὶ ετέρων ἐν ὀλίγῳ παραλλαττέτωσαν, ὥστε εἶναι τοιαύτας αὐτῶν τὰς διηγήσεις· ὤφθη ὁ θεὸς τῷδε κατὰ τόνδε τὸν καιρὸν ἐν τῷ τῷ τόπῳ ,καὶ τάδε αὐτῷ πεποίηκεν οὑτωσί, αὐτῷ ἐπιφαινόμενος τοιῷδε τῷ σχήματι, καὶ ἐχειραγώγησεν εἰς τόνδε τὸν τόπον, ἔνθα πεποίηκεν τάδε.