Ancient Greek · ~4 min
150 to 152
Origen, Commentarii in Evangelium Joannis 150-152
Not analysed yet
τὸ μὲν γὰρ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς οἱονεὶ ἐπέρχεται τῇ σκοτίᾳ, καὶ διωκόμενον ὑπ’ αὐτῆς καί, ἱν οὕτως εἴπω, ἐπιβουλευόμενον οὐ καταλαμβάνεται· τὸ δὲ φῶς, ἐν ᾧ οὐδεμία ἐστὶ σκοτία, οὔτε φαίνει ἐν τῇ σκοτίᾳ οὔτε τὴν ἀρχὴν διώκεται ὑπ’ αὐτῆς, ἴνα καὶ ὡς νικῶν ἀναγράφηται τῷ μὴ καταλαμβάνεσθαι ὑπ᾿ αὐτῆς διωκούσης. Τρίτον ἦν τὸ λεγόμενον τοῦτο τὸ φῶς »φῶς ἀληθινόν«· ᾧ δὲ λόγῳ ὁ πατὴρ τῆς ἀληθείας θεὸς πλείων ἐστὶ καὶ μείζων ἢ ἀλήθεια καὶ ὁ πατὴρ ὢν σοφίας κρείττων ἐστὶ καὶ διαφέρων ἢ σοφία, τούτῳ ὑπερέχει τοῦ εἶναι »φῶς ἀληθινόν«. Παραστατικώτερον δὲ δύο φῶτα τὸν πατέρα καὶ τὸν υἱὸν ἀπὸ τοῦ Δαβὶδ τυγχάνειν διὰ τούτων εἰσόμεθα, ὅσγε φησὶν ἐν τριακοστῷ πέμπτῳ ψαλμῷ· »Ἐν φωτί σου ὀψόμεθα φῶς«. τοῦτο δὲ αὐτὸ τὸ φῶς τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον, τὸ ἀληθινὸν φῶς, ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου »φῶς τοῦ κόσμου« ἀναγορεύεται, φάσκοντος Ἰησοῦ·