Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 153-3
Not analysed yet
εἰκὼν τῆς ἐστιν τῆς ἀγαθότητος αὐτοῦ καὶ ἀπαύγασμα οὐ τοῦ θεοῦ ἀλλὰ τῆς δόξης αὐτοῦ καὶ τοῦ άϊδίου φωτὸς αὐτοῦ, καὶ ἀτμὶς οὐ τοῦ πατρὸς ἀλλὰ τῆς δυνάμεως αὐτοῦ, καὶ ἀπόρροια εἰλικρινὴς τῆς παντοκρατορικῆς δόξης αὐτοῦ, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς ἐνεργείας αὐτοῦ, δι’ οὗ ἐσόπτρου Παῦλος καὶ Πέτρος καὶ οἱ παραπλήσιοι αὐτοῖς βλέπουσι τὸν θεόν, λέγοντος· »Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με«. 4, 25 Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, Ι ἀναγγελεῖ ἡμῖν ἅπαντα.