Ancient Greek · ~2 min
155 to 156
Origen, Commentarii in Evangelium Joannis 155-3-156
Not analysed yet
εἰκὸς δὲ καὶ ἐκ τῶν προφητειῶν τοῦ Βαλαὰμ τὸ αὐτὸ αὐτοὺς ἐλπίζειν, τῆς τε »Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ »σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ »Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν »αὐτὸς ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη »ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελεῖ, καὶ ταῖς βολίσιν »αὐτοῦ κατατοξεύσει ἐχθρόν· καὶ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων »καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλό- »γηνται, καὶ οἱ καταρώμ· ενοί σε κεκατήρανται«.